Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.185 Joseph. AJ 2.189 (English) >>Joseph. AJ 2.194

2.187

Τοῦ δʼ Ἰακώβου παραγενομένου πρὸς τὸν βασιλέα καὶ ἀσπαζομένου τε καὶ κατευχομένου περὶ τῆς βασιλείας αὐτῷ Φαραώθης ἐπυνθάνετο, πόσον ἤδη βεβιωκὼς εἴη χρόνον. 2.188τοῦ δʼ ἑκατὸν ἔτη καὶ τριάκοντα γεγονέναι φήσαντος ἐθαύμασε τοῦ μήκους τῆς ζωῆς τὸν Ἰάκωβον. εἰπόντος δʼ ὡς ἥττονα τῶν προγόνων εἴη βεβιωκὼς ἔτη συνεχώρησεν αὐτῷ ζῆν μετὰ τῶν τέκνων ἐν Ἡλιουπόλει· ἐν ἐκείνῃ γὰρ καὶ οἱ ποιμένες αὐτοῦ τὰς νομὰς εἶχον. 2.189

δὲ λιμὸς τοῖς Αἰγυπτίοις ἐπετείνετο καὶ τὸ δεινὸν ἀπορώτερον ἔτι καὶ μᾶλλον αὐτοῖς ἐγίνετο μήτε τοῦ ποταμοῦ ἐπάρδοντος, οὐ γὰρ ηὔξανε, μήτε ὕοντος τοῦ θεοῦ πρόνοιάν τε μηδεμίαν αὐτῶν ὑπʼ ἀγνοίας πεποιημένων. καὶ τοῦ Ἰωσήπου τὸν σῖτον ἐπὶ χρήμασιν αὐτοῖς διδόντος, ὡς δὲ ταῦτʼ αὐτοῖς ἐπέλιπε, τῶν βοσκημάτων ἐωνοῦντο τὸν σῖτον καὶ τῶν ἀνδραπόδων· 2.190οἷς δὲ καὶ γῆς τις ἦν μοῖρα ταύτην παρεχώρουν ἐπὶ τιμῇ τροφῆς. οὕτως τε τοῦ βασιλέως πάσης αὐτῶν τῆς περιουσίας κυρίου γεγενημένου, μετῳκίσθησαν ἄλλος ἀλλαχοῦ, ὅπως βεβαία γένηται τῷ βασιλεῖ τῆς χώρας τούτων κτῆσις, πλὴν τῶν ἱερέων· τούτοις γὰρ ἔμενεν χώρα αὐτῶν. 2.191ἐδούλου τʼ αὐτῶν οὐ τὰ σώματα μόνον τὸ δεινόν, ἀλλὰ καὶ τὰς διανοίας καὶ τὸ λοιπὸν εἰς ἀσχήμονα τῆς τροφῆς εὐπορίαν αὐτοὺς κατηνάγκαζε. λωφήσαντος δὲ τοῦ κακοῦ καὶ τοῦ τε ποταμοῦ τῆς γῆς ἐπιβάντος καὶ ταύτης τοὺς καρποὺς ἀφθόνως ἐκφερούσης,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.185 Joseph. AJ 2.189 (English) >>Joseph. AJ 2.194

Powered by PhiloLogic